| Ὁμοίως αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσωνται | |
| ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν | |
| ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος | |
| ἀλλ' ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές | |
| οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν θεὸν ἐκόσμουν ἑαυτάς ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν | |
| ὡς Σάρρα ὑπήκουσεν τῷ Ἀβραάμ κύριον αὐτὸν καλοῦσα ἡς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν | |
| Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς εἰς τὸ μὴ ἐκκόπτεσθαι τὰς προσευχὰς ὑμῶν | |
| Τὸ δὲ τέλος πάντες ὁμόφρονες συμπαθεῖς φιλάδελφοι εὔσπλαγχνοι φιλόφρονες· | |
| μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ εὐλογοῦντες εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε | |
| ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον | |
| ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν· | |
| ὅτι οἵ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά | |
| Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε | |
| ἀλλ' εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην μακάριοι τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε | |
| κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος μετά πραΰτητος καί φόβου | |
| συνείδησιν ἔχοντες ἀγαθήν ἵνα ἐν ᾧ καταλαλῶσιν ὑμῶν ὡς κακοποιων, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν | |
| κρεῖττον γὰρ ἀγαθοποιοῦντας εἰ θέλει τὸ θέλημα τοῦ θεοῦ πάσχειν ἢ κακοποιοῦντας | |
| ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν δίκαιος ὑπὲρ ἀδίκων ἵνα ἡμᾶς προσαγάγῃ τῷ θεῷ θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ τῷ πνεύματι· | |
| ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν | |
| ἀπειθήσασίν ποτε ὅτε ἅπαξ ἐξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ὀλίγαι, τοῦτ' ἔστιν ὀκτὼ ψυχαί διεσώθησαν δι' ὕδατος | |
| ὃ καὶ ἡμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ | |
| ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ πορευθεὶς εἰς οὐρανόν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων |