| Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ | |
| πρεσβύτας νηφαλίους εἶναι σεμνούς σώφρονας ὑγιαίνοντας τῇ πίστει τῇ ἀγάπῃ τῇ ὑπομονῇ· | |
| πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς μὴ διαβόλους μὴ οἴνῳ πολλῷ δεδουλωμένας καλοδιδασκάλους | |
| ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι φιλοτέκνους | |
| σώφρονας ἁγνάς οἰκουρούς ἀγαθάς ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται | |
| τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν | |
| περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων ἐν τῇ διδασκαλίᾳ ἀδιἀφθορίαν, σεμνότητα ἀφθαρσιαν, | |
| λόγον ὑγιῆ ἀκατάγνωστον ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων περὶ ὑμῶν λέγειν φαῦλον | |
| δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν εὐαρέστους εἶναι μὴ ἀντιλέγοντας | |
| μὴ νοσφιζομένους ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ὑμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν | |
| Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις | |
| παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι | |
| προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ | |
| ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον ζηλωτὴν καλῶν ἔργων | |
| Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω |